Συγκριτική διδασκαλία των κλασικών γλωσσών Μάθημα 11

Εἰ δέ τις εἰς χρήματα κερδαλεώτερον (πιο σύμφορο) νομίζει εἶναι τῇ πόλει πόλεμον ἤ εἰρήνην, ἐγὼ μὲν οὐκ οἶδα, πῶς ἄν ἄμεινον ταῦτα κριθείη ἤ εἴ τις τὰ προγεγενημένα ἔτι ἀνασκοποίη τῇ πόλει, πῶς ἀποβέβηκεν. Εὑρήσει γὰρ τό τε παλαιόν ἐν εἰρήνῃ μὲν πάνυ πολλὰ χρήματα εἰς τὴν πόλιν ἀνενεχθέντα (είχαν συγκεντρωθεί, αναφέρομαι), ἐν πολέμῳ δὲ πάντα ταῦτα καταδαπανηθέντα. Γνώσεται δέ, ἤν σκοπῇ, καὶ ἐν τῷ νῦν χρόνῳ διὰ μὲν τὸν πόλεμον πολλὰς τῶν προσόδων ἐκλειπούσας, διὰ δὲ τὴν εἰρήνην πολλὰς ηὐξημένας οὔσας.